Add parallel Print Page Options

31 Ὅτε [a]οὖν ἐξῆλθεν [b]λέγει Ἰησοῦς· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ· 32 [c]εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν [d]αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν. 33 τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου [e]ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. 34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. 35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.

36 Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; [f]ἀπεκρίθη Ἰησοῦς· Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, [g]ἀκολουθήσεις δὲ ὕστερον. 37 λέγει αὐτῷ [h]ὁ Πέτρος· Κύριε, διὰ τί οὐ δύναμαί σοι [i]ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. 38 [j]ἀποκρίνεται Ἰησοῦς· Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ [k]ἀρνήσῃ με τρίς.

14 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν [l]ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ ἐὰν πορευθῶ [m]καὶ ἑτοιμάσω [n]τόπον ὑμῖν, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε [o]τὴν ὁδόν. λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· [p]πῶς [q]δυνάμεθα τὴν ὁδὸν εἰδέναι; λέγει αὐτῷ [r]ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ. εἰ [s]ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου [t]ἂν ᾔδειτε· [u]ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε [v]αὐτόν.

Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. λέγει αὐτῷ ὁ Ἰησοῦς· [w]Τοσούτῳ χρόνῳ μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· [x]πῶς σὺ λέγεις· Δεῖξον ἡμῖν τὸν πατέρα; 10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ [y]λέγω ὑμῖν ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ [z]πατὴρ ἐν ἐμοὶ [aa]μένων ποιεῖ τὰ ἔργα [ab]αὐτοῦ. 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ [ac]πιστεύετε. 12 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν [ad]πατέρα πορεύομαι· 13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ· 14 ἐάν τι αἰτήσητέ [ae]με ἐν τῷ ὀνόματί μου [af]ἐγὼ ποιήσω.

15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς [ag]τηρήσετε· 16 κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα [ah]ᾖ μεθ’ ὑμῶν εἰς τὸν [ai]αἰῶνα, 17 τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ [aj]γινώσκει· [ak]ὑμεῖς γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει καὶ ἐν ὑμῖν [al]ἔσται.

18 Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς. 19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς [am]ζήσετε. 20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ [an]γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. 21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:31 οὖν WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:31 λέγει WH Treg NIV ] + ὁ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:32 εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ Treg NIV RP ] – WH
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:32 αὑτῷ WH ] αὐτῷ Treg NIV; ἑαυτῷ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:33 ἐγὼ ὑπάγω WH Treg NIV ] ὑπάγω ἐγὼ RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:36 ἀπεκρίθη WH Treg NIV ] + αὐτῷ ὁ RP; + αὐτῷ NA
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:36 ἀκολουθήσεις δὲ ὕστερον WH Treg NIV ] ὕστερον δὲ ἀκολουθήσεις μοι RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:37 WH Treg NIV ] – RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:37 ἀκολουθῆσαι NIV RP ] ἀκολουθεῖν WH Treg
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:38 ἀποκρίνεται WH Treg NIV ] Ἀπεκρίθη αὐτῷ ὁ RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:38 ἀρνήσῃ WH Treg NIV ] ἀπαρνήσῃ RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:2 ὅτι WH Treg NIV ] – RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:3 καὶ WH Treg NIV ] – RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:3 τόπον ὑμῖν WH Treg NIV ] ὑμῖν τόπον RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:4 τὴν ὁδόν WH Treg NIV ] καὶ τὴν ὁδὸν οἴδατε RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:5 πῶς WH Treg NIV ] καὶ πῶς RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:5 δυνάμεθα τὴν ὁδὸν εἰδέναι NIV RP ] οἴδαμεν τὴν ὁδὸν WH Treg
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:6 Treg NIV RP ] – WH
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 ἐγνώκειτέ WH Treg NIV RP ] ἐγνώκατέ NA
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 ἂν ᾔδειτε WH Treg NIV] ἐγνώκειτε ἄν RP; γνώσεσθε NA
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 ἀπ᾽ WH Treg ] καὶ ἀπ᾽ NIV RP
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 αὐτόν Treg NIV RP ] – WH
  23. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:9 Τοσούτῳ χρόνῳ NIV ] Τοσοῦτον χρόνον WH Treg RP
  24. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:9 πῶς WH NIV ] καὶ πῶς Treg RP
  25. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 λέγω WH Treg NIV ] λαλῶ RP
  26. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 πατὴρ WH NIV ] + ὁ Treg RP
  27. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 μένων WH Treg NIV ] + αὐτὸς RP
  28. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 αὐτοῦ WH Treg NIV ] – RP
  29. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:11 πιστεύετε WH NIV ] + μοι Treg RP
  30. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:12 πατέρα WH Treg NIV ] + μου RP
  31. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:14 με WH NIV RP ] – Treg
  32. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:14 ἐγὼ Treg NIV RP ] τοῦτο WH
  33. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:15 τηρήσετε WH Treg NIV ] τηρήσατε RP
  34. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:16 WH Treg ] – NIV; + μένῃ RP
  35. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:16 αἰῶνα WH Treg RP ] + ᾖ NIV
  36. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:17 γινώσκει WH NIV ] + αὐτό Treg RP
  37. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:17 ὑμεῖς WH NIV ] + δὲ Treg RP
  38. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:17 ἔσται NIV RP ] ἐστίν WH Treg
  39. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:19 ζήσετε WH Treg NIV ] ζήσεσθε RP
  40. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:20 γνώσεσθε ὑμεῖς NIV RP ] ὑμεῖς γνώσεσθε WH Treg